Ancient Greek · ~3 min
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.928
Not analysed yet
ῥῆσιν ταύτην ἀρχὴν τῶν ἐφεξῆς εἰρημένων ποιεῖσθαι κατὰ τὸν προσγεγραμμένον τρόπον. Σκεπτέα ταῦτα ὅπῃ καὶ ὅθεν καὶ διὰ τί φλέβες κροτάφων οὐχ ἱδρυμέναι οὐδὲ χλώρασμα λαμπρόν. Εἶπον ὅτι καὶ οὕτως δύναταί τις διαιρεῖν τὴν ὅλην ῥῆσιν, ὥσπερ γε καὶ κατ' ἄλλον τινὰ τρόπον τόνδε· φλέβες κροτάφων οὐχ ἱδρυμέναι οὐδὲ χλώρασμα λαμπρόν, ἢν πνεῦμα ἐγκαταλείπηται καὶ τὰ ἐφεξῆς. καὶ γὰρ εἰ μὴ τὸ χλώρασμα λαμπρὸν ἐνέκειτο τῷ λόγῳ, δυνατὸν ἦν πολυειδῶς διαιρεῖν ὡς ἂν ὑπομνήματος ὄντος, οὐ συγγράμματος (ἤκουσας γὰρ ἤδη περὶ τούτου). παρεγκειμένου δὲ καὶ τοῦ χλώρασμα λαμπρὸν ἔτι καὶ μᾶλλον ἀσαφὴς γίνεται ὁ λόγος. εἴπομεν γὰρ ἤδη [ὅτι] κατὰ τὰς ἄλλας ῥήσεις, ἐν αἷς τὸ χλωρὸν ὄνομα γέγραπται, μὴ δύνασθαι γνωσθῆναι σαφῶς, |