Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.929
Not analysed yet
ὁποῖόν τι χρῶμα δηλοῦται δι' αὐτοῦ, καθάπερ οὐδ' εἰ ‘χλόασμα’ εἴη γεγραμμένον, ὥσπερ ἔνιοι γράφουσιν. ὁρῶμεν γὰρ καὶ νῦν ἔτι καθάπερ κατὰ τὴν Κὼ αὐτὴν τὴν Ἱπποκράτους πατρίδα καὶ πᾶσαν τὴν ἡμετέραν Ἀσίαν χλωρὰ μὲν ὀνομαζόμενα καὶ λάχανα καὶ δένδρα καὶ φυτὰ τὰ οἷον χλοερὰ "χλωράζειν" τε καὶ τὰ κτήνη λέγομεν τὰ τὴν ἐαρινὴν βοτάνην ἐσθίοντα. λέγουσί γε μὴν καὶ τῶν ἀνθρώπων ἐνίους χλωροὺς οὐκ ἔχοντας ὁμοίαν τῇ χλόῃ τὴν χρόαν, ἀλλὰ μᾶλλον ὠχράν. ἄδηλον οὖν ἐστι, πότερον τὴν ὕπωχρον χρόαν ὁ Ἱπποκράτης ὀνομάζει χλωράν τε καὶ χλοεράν, ὅπερ ὁρᾶται πάνυ πολλοῖς συμβαῖνον, ἢ τὴν χλόῃ παραπλησίαν, ὃ πάνυ σπανίως φαίνεται γινόμενον. οὔσης οὖν ἀσαφοῦς καὶ αὐτῆς ταύτης τῆς λέξεως, ἔτι μᾶλλον ἀσάφεια γίνεται προσκειμένου τοῦ λαμπρόν. ἄπορον γὰρ εὑρεῖν ὅ τι ποτὲ βούλεται δηλοῦν ἐκ τοῦ γράψαι χλώρασμα λαμπρόν. καὶ διὰ τοῦτ' ἄρα πᾶσαν τὴν τοιαύτην ἀσάφειαν θελήσαντές τινες φυγεῖν τῶν ἐξηγητῶν ἔγραψαν ‘οὐ χρῶμα λαμπρόν’ |