Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.930
Not analysed yet
ἀκούειν τέ φασι δεῖν ἐπὶ τοῦ κατὰ φύσιν τοῦ κάμνοντος χρώματος τὸ λαμπρόν, οὕτω δὲ καὶ οἱ περὶ τὸν Σαβῖνον διελέχθησαν. Φλέβες [καὶ] κροτάφων οὐχ ἱδρυμέναι, οὐδὲ χλώρασμα λαμπρόν, ἢν πνεῦμα ἐγκαταλείπηται ἢ βὴξ ξηρή, μὴ θηριώδης, ἐς ἄρθρα στηρίζειν προσδέχεσθαι δεῖ κατ' ἴξιν τῶν ἐντασίων τῶν κατὰ τὴν κοιλίην. Εἶπον ὅτι καὶ χωρὶς τοῦ πρώτου μέρους τῆς ῥήσεως ἀναγινώσκειν ἐστὶ δυνατὸν αὐτὸ καθ' ἑαυτό, ἢν πνεῦμα ἐγκαταλείπηται καὶ τὰ ἐφεξῆς αὐτῷ γεγραμμένα. πνεῦμα δὲ δηλονότι νῦν ἀκουσόμεθα τὸ πλέον τοῦ κατὰ φύσιν, ἵν' ὁ λόγος ᾖ τοιοῦτος· "ἐὰν ἐν νόσῳ ῥᾳστωνήσαντές τινες ἔχωσι τάς τε τῶν κροτάφων φλέβας οὐχ ἱδρυμένας, ὅπερ ἐστὶν ἐπὶ πλέον διαστελλομένας, καὶ τὸ χρῶμα μὴ κατὰ φύσιν ἥ |