Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.931
Not analysed yet
τ' ἀναπνοὴ πλείων ᾖ καὶ τὰ ἄλλα τὰ ἐφεξῆς εἰρημένα, τούτοις εἰς ἄρθρα τὴν ἀπόστασιν ἔσεσθαι προσδοκᾶν χρή." τὰ δὲ ἐφεξῆς εἰρημένα τάδε ἐστί· πρῶτον μὲν τὸ ξηρὴ βήξ, δεύτερον δὲ τὸ μὴ θηριώδης. ἡ μὲν οὖν ξηρὰ βὴξ λέγεται συνήθως, ἐφ' ἧς οὐδὲν ἀναπτύεται. τοῦτο δ' οὕτως ῥηθὲν ἐν μὲν συγγράμματι προφανῶς ἐνδείκνυται τὸν γράψαντα χαίρειν αἰνιγματώδει λέξει· τὸν δ' αὑτῷ τινα ὑπογραφὴν ἐν ὑπομνήματι πεποιημένον οὐκ ἄν τις μέμψαιτο. πολλὰ γὰρ οὕτως εἰώθαμεν ἡμῖν αὐτοῖς ὑποτυποῦσθαι συμβολικῶς. ἴσως οὖν καὶ νῦν ἑαυτῷ ταῦτ' ἔγραψεν ὁ Ἱπποκράτης, ἐπὶ πλειόνων παθῶν ποιούμενος τὸν λόγον, ἐνταυθοῖ μὲν ἐπὶ τῆς ξηρᾶς βηχὸς ἐν περιπνευμονίαις καὶ πλευρίτισι (καὶ γὰρ καὶ τὸ πνεῦμα τούτοις ὁμολογεῖ), τὰ δ' ἔμπροσθεν, ἡνίκα περὶ τῶν κατὰ τὸ πρόσωπον ἔγραψεν, ἐπὶ πυρετῶν θερμῶν καὶ διακαῶν. ἐγχωρεῖ δὲ καὶ περὶ τῶν κατὰ τὸν θώρακα καὶ πνεύμονα λελέχθαι κἀκεῖνα. γενήσεται τοιγαροῦν <ὁ> σύμπας