Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.932
Not analysed yet
λόγος τοιόσδε· "ἐὰν ἐπὶ πλέον ἅμα τοῖς εἰρημένοις αἱ βῆχες |ὦσι ξηραί, προσδέχεσθαι τὴν ἀπόστασιν εἰς ἄρθρα <δεῖ>." διορισμὸν δέ τινα ταῖς βηξὶ προσγράψας ἀσαφῆ ζήτησιν ἑτέραν εἰργάσατο, τίνες εἰσὶν αἱ θηριώδεις βῆχες. ἔνιοι μὲν οὖν ἐπὶ ταῖς ἕλμινσιν, ὅταν ἐπὶ τὸ στόμα τῆς κοιλίας ἀνενεχθεῖσαι δάκνωσι, τὰς βῆχάς φασι γίνεσθαι ξηράς, ὅπερ εἰ <γ'> ὄντως ἐφαίνετο συμβαῖνον, οὐκ ἂν ἦν ζήτημα. νυνὶ δὲ μυριάκις εἴδομεν ἄνευ βηχῶν ἕλμινθας ἐνοχλούσας τὰ κατὰ τὸ στόμα τῆς γαστρὸς καὶ διὰ τοῦθ' οἱ πλείους τῶν ἐξηγητῶν ἐπ' ἄλλας ἐξηγήσεις ἐτράποντο, τινὲς μὲν τὸ θηριῶδες ἐπὶ τῶν φθισικῶν εἰρῆσθαι λέγοντες, ἐπειδὴ γρυποῦνται τοὺς ὄνυχας ὥσπερ τὰ θηρία, τινὲς δὲ ἐπὶ [τοὺς] κακοήθους. ἐν γὰρ ταῖς κρισίμοις ἀποστάσεσιν ὥσπερ ἄπεπτον εἶναι χρὴ τὴν νόσον οὕτω καὶ περιεστηκυῖαν. ἥ τε γὰρ πεττομένη χωρὶς ἀποστάσεως ἐπαγγέλλεται τὴν λύσιν, ἥ τε ὀλέθριος οὐδὲ γενήσεσθαί τινα κρίσιμον ἀπόστασιν. ἐὰν δὲ ἐπὶ πλέον ἄπεπτόν τε διαμένῃ τὸ νόσημα καὶ μὴ κακόηθες ᾖ, προσδέχεσθαι χρὴ γενήσεσθαί τινα ἀπόστασιν. ὅτι δὲ ἄπεπτόν τε ἅμα καὶ περιεστηκὸς