Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.933
Not analysed yet
τὸ νόσημα χρὴ διαμένειν |ἄχρι πλείονος, ἵν' ἐλπίσωμεν ἀπόστασιν ἔσεσθαι, σαφῶς αὐτὸς ἐδήλωσεν ἐν Προγνωστικῷ γράψας οὕτως· "ὅσοι δ' ἂν οὖρα λεπτὰ καὶ ὠμὰ οὐρέωσι πολὺν χρόνον, ἢν τἄλλα ὡς περιεσομένοισι σημεῖα ᾖ, τούτοισιν ἀπόστασιν δεῖ προσδέχεσθαι εἰς τὰ κάτω τῶν φρενῶν χωρία." γενήσεται τοιγαροῦν ὁ σύμπας λόγος τοιοῦτος· "ἐὰν ἄπεπτον διαμένῃ τῶν κατὰ θώρακα καὶ πνεύμονα νοσημάτων τι καὶ μηδὲν ἔχῃ κακόηθες, ἀπόστασιν χρὴ προσδέχεσθαι." τοῦ δ' ἄπεπτον εἶναι σημεῖον ἡ ξηρὰ βήξ. ἐὰν γὰρ ἀναπτύωσί τι, πέψεώς ἐστι γνώρισμα. τοῦτο δ' αὖ τὸ ἀναπτυόμενον, εἰ μὲν [ὑγρὸν καὶ] λεπτὸν εἴη, μετρίας, εἰ δὲ παχύ, τελείας. εἴρηται δὲ ἐπὶ πλέον περὶ τῶν τοιούτων ἔν τε τοῖς Εἰς τὸ περὶ διαίτης ὀξέων ὑπομνήμασι κἀν τοῖς Περὶ κρίσεων, οὐδὲν ἧττον κἀν <τοῖς Περὶ> τῶν ἐν ταῖς νόσοις καιρῶν. ὃ δὲ ἐπὶ τῷ τέλει τῆς ῥήσεως ἔγραψεν, ἔνθα φησὶ <κατ' ἴξιν> τῶν ἐντασίων τῶν κατὰ τὴν κοιλίαν, οἱ πλεῖστοι μὲν τοῖς προειρημένοις <συνάπτουσιν>, ἔνιοι δὲ καὶ καθ' ἑαυτὸ μόνον ἰδίαν ἔχειν φασὶ τὴν διάνοιαν. ἐὰν μὲν οὖν |