Ancient Greek · ~3 min
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.934
Not analysed yet
συνάψαντες αὐτὸ τοῖς προειρημένοις ἀναγνῶμεν, ὁ λόγος ἔσται τοιοῦτος· "ὅταν ἐπὶ τοῖς προειρημένοις ἐλπίσῃς ἀπόστασιν ἔσεσθαι, τὰς κατὰ κοιλίαν ἐντάσεις προσεπίβλεπε." δυνήσῃ γὰρ ἐκ τούτων εὑρεῖν εἴτε εἰς τὸ δεξιὸν μέρος τοῦ σώματος εἴτ' εἰς τὸ λαιὸν ἡ ἀπόστασις ἔσται τοῦ νοσήματος· αἱ γὰρ ἐντάσεις αὗται κατ' ἴξιν ἑαυτῶν ἀγγέλλουσιν ἔσεσθαι τὰς ἀποστάσεις. ἐὰν δὲ πάλιν αὐτὸ καθ' ἑαυτό τις ἀναγινώσκῃ τὸ κατ' ἴξιν τῶν κατὰ τὴν κοιλίαν ἐντάσεων, ὁ λόγος ἔσται τοιοῦτος· "ὥσπερ, ὅταν ἐπὶ τοῖς ἀναπνευστικοῖς ὀργάνοις πάσχωσιν, ἀπέπτως τε καὶ περιεστικῶς ἀποστάσεις ὁρῶμεν γινομένας, οὕτως κἀπὶ τῶν κατὰ τὴν κοιλίαν εὑρήσομεν συμβαι<νούσας αὐτάς>. ἔσονται δὲ καὶ αὗται κατ' ἴξιν τῶν πεπονθότων μορίων." Ἔχουσι δὲ οὗτοι οἱ πλεῖστοι καὶ ἐξέρυθρα καὶ τῇ φύσει τοῦ λευκοχρωτέρου τρόπου καὶ <οὐχ> αἱμορραγέουσι ῥῖνες ἢ σμικρὰ αἱμορραγέουσι. |