Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.935
Not analysed yet
Τὰ πρόσωπα δηλονότι προσυπακουστέον ἔχειν αὐτοὺς ἐξέρυθρα κατὰ τὰς νόσους εἶναί τε φύσει τοῦ λευκοχρωτέρου τρόπου. ἐν γὰρ τοῖς πολλοῖς τῶν μελλόντων ἀπόστασίν τινα ἕξειν ἐν νοσήμασι περιεστικῶς χρονίζουσι διαμένει τὸ πρόσωπον ἐρυθρόν, καὶ μάλισθ' ὅταν ἡ ἀπόσκηψις ἔσεσθαι μέλλῃ πρὸς <τὰ> ὦτα. τίσι δὲ φαίνεται τῶν οὕτως ἐχόντων τὸ πρόσωπον ἐξέρυθρον, ἐδήλωσεν εἰπὼν εἶναι τοὺς τοιούτους ἀνθρώπους τοῦ λευκοτέρου τρόπου. τοῖς γὰρ μελαντέροις φύσει, κἂν πλεονάσῃ ποτὲ αἷμα κατὰ τὸ πρόσωπον, οὐ διασημαίνει σαφῶς. ἐν δὲ τοῖς λευκοῖς σώμασι κἀπὶ τῶν ἐκτός, ὅταν βραχύ τι παρεμπέσῃ χρόας ἑτερογενοῦς, εὐθέως εὔδηλον γίνεται. τοῦτο μὲν οὖν αὐτῷ παρέγκειται, τὸ δὲ τοῦ λόγου συνεχές ἐστι τοιόνδε· τούτοις ἐξέρυθρον ἔχουσι τὸ πρόσωπον, ὅταν περιεστηκὸς χρονίζῃ τὸ νόσημα, δι' ἀποστάσεων ἐλπιζέτω κρίσιν γενέσθαι, πλὴν εἰ φθάσειεν αἱμορραγία διὰ ῥινῶν γενομένη κενῶσαι τὸ μέλλον κατασκήψειν εἴς τι τῶν ἄρθρων περιττὸν αἷμα. ὅσοι δ' οὕτως ἔχοντες ὡς