Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.936
Not analysed yet
εἶπον ἢ οὐδ' ὅλως αἱ|μορραγοῦσιν ἢ σμικρὰ καὶ οὐκ ἄξια τῆς ὑπερβολῆς τοῦ νοσήματος, οὕτως τὰς ἀποστάσεις ἴσχουσιν. Καὶ ἢν μὲν ῥυέντων ἐγκαταλείπηται, ἕτοιμον. Εἰ χωρὶς τοῦ μὲν ἐγέγραπτο συνδέσμου, σαφὴς <ἂν> ἡ λέξις ἦν. εἰρηκὼς γὰρ ὅτι τοῖς ἐξέρυθρον ἔχουσι τὸ πρόσωπον αἱ ἀποστάσεις γίνονται, μὴ ῥυέντος αἵματος ἐκ ῥινὸς ἢ σμικροῦ ῥυέντος, εἰκότως ἂν ἐπήνεγκεν· "ἐὰν λείπηταί τι ῥυέντος, ἕτοιμόν ἐστι τὸ νόσημα πρὸς ἀπόστασιν." ἐπεὶ δὲ ὁ μὲν σύνδεσμος πρόσκειται, προσυπακοῦσαι προσῆκον· "ἢν δὲ <μηδὲν> ἐγκαταλείπηται, οὐκ ἔσται ἡ ἀπόστασις." οὐ μόνον δὲ ἐν τοῖς ὑπομνήμασιν, ἅπερ ἀναγράφουσιν ἑαυτοῖς οἱ ἄνθρωποι, τοιαύτας ἔστι λέξεις εὑρεῖν, ἀλλὰ καὶ ἐν συγγράμμασιν, ὡς τοῦ μὲν συνδέσμου προειρημένου μηκέτ' ἀνταποδοθῆναι μηδὲν |