Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.937
Not analysed yet
αὐτῷ, καὶ τοῦτ' ἐχρῆν μάλιστα τοὺς περὶ τὸν Διοσκορίδην εἰδότας, ἐπειδὴ καὶ γραμματικώτεροι τῶν ἄλλων εἶναι προσποιοῦνται, φυλάξαι τὴν παλαιὰν γραφήν, ἣν οἵ τ' ἐξηγηταὶ πάντες ἴσασι καὶ τὰ ἀντίγραφα πάντ' ἔχει, ἢ εἴπερ ἐδόκει περιττὸς ὁ μὲν σύνδεσμος εἶναι, περιελεῖν αὐτὸν τολμῆσαι μᾶλλον, οὐ μεταγράφειν εἰς τὸ "μὴ". τὸ γὰρ καὶ ἢν μὴ ῥυέντων ἐγκαταλείπηται, ἕτοιμον ἑαυτῷ μάχεται, τοῦ μὲν ἐγκαταλείπηται τὰ μὴ τελέως, ἀλλ' ἐκ μέρους κενούμενα δηλοῦντος, τοῦ δὲ καὶ ἢν μὴ ῥυέντων τοὐναντίον ἐμφαίνοντος ὥσπερ καὶ τοῦ δαψιλῶς ῥυῆναι. καθάπερ οὖν ἐπὶ τούτου τὸ ἐγκαταλείπηται λέγειν οὐ προσῆκον, οὕτως οὐδ' ἐφ' οὗ μηδ' ὅλως ἐρρύη. καὶ γὰρ εἰ μὴ ἐπὶ τοῦ λυποῦντος χυμοῦ δεξαίμεθα τὸ ἐγκαταλείπεσθαι λελέχθαι, καθάπερ ἔνιοι βούλονται πρὸς τὸ νόσημα μετα<γα>γόντες τὸν λόγον ὡς ἐν ταῖς ἐλλιπέσιν αἱμορραγίαις, <τὸ> ἐγκαταλείπεται νοῦν ἕξει. ῥυέντος γὰρ αἵματος, οὐ μὴν αὐτάρκως, ἐλλιπεῖς |