Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.943
Not analysed yet
γε μέσον μέν, ᾧ χρόνος ἴσος γίνεται παροξυσμοῦ τε καὶ διαλείμματος. ᾧ <δὲ> μείων ὁ τοῦ παροξυσμοῦ χρόνος [ᾧ δὲ] <καὶ> ἐντὸς τῶν εἴκοσι τεσσάρων ὡρῶν ὁ χρόνος περιγράφεται τοῦ παροξυσμοῦ, μικρὸν ἡμιτριταῖον ὀνομάζουσι τοῦτον, ὥστε οὔτε τριταῖον οὔτε παρεκτεταμένον ὀνομάσαι ποτὲ τριταῖον. εἰ γὰρ ὁ μὲν ἀκριβὴς τριταῖος οὐχ ὑπερβάλλει τὰς δώδεκα ὥρας, ὁ δ' ὑπὲρ ταύτας εὐθύς ἐστι μικρὸς τριταῖος, οὐδεὶς ἔσται τριταῖος ἁπλῶς, ἔτι τε μᾶλλον οὐδ' ἐκτεταμένος τριταῖος· οὐχ ὑπαρχόντων δὲ τούτων, οὐδ' ἀκριβῆ τριταῖον ὀνομάζειν ἀναγκαῖον ἔσται. μηδενὸς γὰρ ἀκριβοῦς ὄντος ἡ προσθήκη ματαία. πῶς οὖν ὁ Ἱπποκράτης ἀκριβῆ τριταῖον εἴωθε καλεῖν, ἐνὸν ἁπλῶς ὀνομάζειν τριταῖον, εἴπερ οὗτος μόνος ἐστὶ τριταῖος ὁ τῶν δώδεκα ὡρῶν ὀλιγοχρονιώτερον ἔχων τὸν παροξυσμόν; εὔδηλον οὖν ὅτι τοῦτον μὲν ἀκριβῆ καλεῖ καὶ μᾶλλον ἔτι τὸν καὶ τὰ ἄλλα ἔχοντα γνωρίσματα τὰ γεγραμμένα πρὸς ἡμῶν ἐν τοῖς Περὶ κρίσεων ὑπομνήμασιν, ἁπλῶς δὲ τριταῖον τὸν ὑπὲρ τὰς |