Ancient Greek · ~3 min
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.944
Not analysed yet
δώδεκα ὥρας ἐκτεταμένον ἔχοντα τὸν παροξυσμόν. ἐὰν δὲ τὰς εἴκοσι τέσσαρας ὑπερβάλλῃ, τριταῖον μακρὸν ἢ ἐκτεταμένον ὀνομάσομεν τοῦτον. ὅστις δ' ἂν ὑπὲρ τὰ τρία διαστήματα τὸν παροξυσμὸν ἐκτείνῃ, τοῦτον ὀλιγάκις ἂν εὕροις εἰς τὴν καλουμένην εἰλικρίνειαν ἀφικνούμενον. οὐ μὴν οὐδ' ἡμιτριταῖον ἤδη καλέσομεν αὐτόν, ἐὰν μήτε τὰς ἐπαναλήψεις ποιῆται φρικώδεις, μήτε ἐν τῇ ἑτέρᾳ τῶν ἡμερῶν ἕτερον ἔχῃ παροξυσμὸν ἐπαναλήψεως χωρίς. τοῦτον μὲν οὖν ἡμιτριταῖον ὀνομάσομεν. ἐὰν δέ τις διὰ τρίτης παροξύνηται πυρετὸς οὐδὲ βραχὺ διάλειμμα ποιούμενος, ὡς δοκεῖν ἐν αὐτῷ πλησίον εἶναι τὸν κάμνοντα τῆς εἰλικρινοῦς ἀπυρεξίας, τοῦτον ὀξὺν ὀνομάσομεν πυρετόν, αὐτὸ τοῦθ' ὅπερ ὑπάρχει περὶ αὐτοῦ λέγοντες, ὡς διὰ τρίτης παροξύνει. μόνος οὖν ἔτι τῶν διὰ τρίτης παροξυνομένων ὀνομασθήσεται τριταιοφυὴς ὁ πλησίον ἀπυρεξίας ἀφικνούμενος. εἰ δέ τις καὶ τοὺς ἄλλους ἅπαντας ὀξεῖς πυρετούς, ὅσοι διὰ τρίτης παροξύνουσι, τριταιοφυεῖς ὀνομάζειν ἐθέλοι, δόξει |