Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.945
Not analysed yet
τάχα καὶ αὐτὸς οὐκ ἀλόγως ἐπὶ ταύτην ἀφῖχθαι τὴν δόξαν. οὐ μὴν τῶν γε εἰς ἀπυρεξίαν ληγόντων τινὰ πυρετῶν ὑφ' Ἱπποκράτους ἡμιτριταῖον ὀνομάζεσθαι συγχωρήσομεν. ἀκίνδυνοι μὲν γὰρ οὗτοι, κινδυνώδης δὲ ἡμιτριταῖος. ἐν τῷ μεταξὺ δ' αὐτῶν εἰσιν οἱ τριταιοφυεῖς, οὕς φησι δύσφορον ἔχειν τὴν πρὸ τοῦ παροξυσμοῦ νύκτα. πάντως μὲν γὰρ ἐκείνοις ὑπάρχει τοῦτο, τοῖς δ' ἐκτεταμένοις τριταίοις οὐ πᾶσιν. ὅπως δὲ μὴ πράγματ' ἔχοιμι, πολλάκις ὑπὲρ τοῦ κατὰ τὸν ἡμιτριταῖον σημαινομένου καὶ γράφων καὶ τοῖς πυνθανομένοις [οὐκ] ἀποκρινόμενος, ἓν ἰδίᾳ περὶ τούτου †ἔγραψα βιβλίον. ἐν μέντοι τοῖς Ἀφορισμοῖς χωρὶς τοῦ <τῶν> τριταιοφυῶν μνημονεῦσαί φησιν ἁπλῶς ὁ Ἱπποκράτης· "ὅσοις δὲ κρίσις γίνεται, τουτέοισιν ἡ νὺξ δύσφορος ἡ πρὸ τοῦ παροξυσμοῦ, ἡ δὲ ἐπιοῦσα εὐφορωτέρη ὡς ἐπὶ τὸ πολύ." κρίσιν δ' <οἱ μὲν> ἤκουσαν, ὑφ' ἧς ὀξύρροπος γίνεται μεταβολή τις ἀξιόλογος, οἱ δ' ἁπλῶς τὸν παροξυσμόν. εἴωθε δὲ ὄντως ἡ νὺξ δύσφορος ἡ πρὸ τοῦ παροξυσμοῦ γίνεσθαι σχεδὸν ἅπασι τοῖς διὰ τρίτης παροξυνομένοις πυρετοῖς |