Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.946
Not analysed yet
ἄνευ τῶν ἀκριβῶν τριταίων. ἐὰν δέ ποτε κἀπὶ τούτων γένηται, κρίσιν ἕπεσθαι σημαίνει κατὰ τὴν ἐπιοῦσαν ἡμέραν, καὶ μάλιστ' εἰ καὶ τὰ ἄλλα σημεῖα τοῦ γενήσεσθαι τὴν κρίσιν ὁμολογεῖ. Βῆχες ξηραί, βραχὺ ἐρεθίζουσαι, ἐπὶ πυρετοῦ πυρικαέος [κἂν] οὐ κατὰ λόγον διψώδεες, οὐδὲ γλῶσσαι καταπεφρυγμέναι, οὐ τῷ θηριώδει, ἀλλὰ τῷ πνεύματι, δῆλον δέ· ὅταν γὰρ διαλέγωνται ἢ χάσκωσι, τότε βήσσουσιν· ὅταν δὲ μή, οὔ. τοῦτο δ' ἐν τοῖσι κοπιώδεσι πυρετοῖσι μάλιστα γίνεται. Καὶ κατὰ τοὺς Ἀφορισμοὺς ἔγραψεν περὶ τῶν αὐτῶν ὧδέ πως· "ὁπόσοισιν ἐπὶ πολὺ βῆχες ξηραί, βραχὺ ἐρεθίζουσαι ἐν πυρετοῖσι καυσώδεσιν, οὐ πάνυ τι διψώδεες." τὸ τοίνυν "οὐ πάνυ τι διψώδεες"