Ancient Greek · ~3 min
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.959
Not analysed yet
συνήθως τὰ κατὰ τὸν ἐγκέφαλον, <ἔπειτ'> ἐπισχεθείσης ἀθρόως τῆς κενώσεως, ἰλίγγου <καὶ> σκοτώσεων ἐπιγενομένων, ἐρεθίσαντες ἐπ' ὦτα διὰ τῶν ἀναστομωτικῶν φαρμάκων εἴδομεν εὐθέως ὠφεληθέντα τὸν ἄνθρωπον. Τὰ πλατέα ἐξανθήματα οὐ πάνυ τι κνησμώδεα, οἷα Σίμων εἶχε χειμῶνος· [ὃς] ὅτε πρὸς πῦρ ἀλείψαιτο ἢ θερμῷ λούσαιτο, ἀνίστατο· ἔμετοι οὐκ ὠφέλεον, οἴομαι, εἴ τις ἐξεπυρία, ἀνιέναι ἄν. Ὡς ἐπὶ τῶν φυμάτων εἴπομεν ὅσα ὑπὸ θερμοῦ γίνονται χυμοῦ ταχὺ κρίσιμά τε εἶναι καὶ ἥκιστα πλατέα, τὰ δὲ ὑπὸ ψυχροῦ πλατέα καὶ χρόνια, [τὰ] κατὰ τὸν αὐτὸν λόγον ἐπίστασθαι χρὴ καὶ περὶ τῶν ἐξανθημάτων. οὐ γὰρ ὅλῳ τῷ γένει διαφέρει τῶν φυμάτων, ἀλλὰ τῇ ποιότητι τοῦ γεννῶντος αὐτὰ χυμοῦ. γεννᾶται δὲ καθαιρούσης τὸ βάθος |