Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.960
Not analysed yet
τοῦ σώματος τῆς φύσεως ὥσπερ ἐνίοτε δι' ἐκκρίσεως, οὕτως καὶ δι' ἀποθέσεως ἐπὶ τὸ δέρμα. τοὺς μὲν γὰρ λεπτοτέρους τε καὶ ὑδατωδεστέρους χυμοὺς διαφορεῖ λεπτύνουσα. τῶν δὲ παχυτέρων ἐμπλαττομένων τῷ δέρματι καὶ μᾶλλον κατὰ τὴν ἐπιδερμίδα πυκνὴν οὖσαν, ἐξανθήματα γίνεται. καὶ τοῦτο συμβαίνει μᾶλλον ἐκείνοις, ὅσοις πυκνότερόν τε καὶ σκληρότερόν ἐστι τὸ δέρμα. δυσχερὴς γὰρ ἡ δι' αὐτοῦ γίνεται τῶν παχυτέρων τε καὶ γλισχροτέρων χυμῶν διέξοδος. οὕτως οὖν καὶ τῷ Σίμωνί <φησι> τοῦ χειμῶνος ἐξανθήματα πλατέα γενέσθαι, καθ' ὃν ἂν χρόνον ἀξιολόγως θερμανθῇ τὸ σῶμα, λουτροῖς χρησαμένῳ ἢ ἀλειψαμένῳ παρὰ πυρί. τῷ δ' ἄλλῳ χρόνῳ κατὰ τὸ βάθος ἔμενον οἱ τῶν τοιούτων ἐξανθημάτων αἴτιοι χυμοί. εἶτά φησι μηδὲν αὐτὸν ὑπὸ τῶν ἐμέτων ὀνίνασθαι. πότερον δ' αὐτὸς ὁ Ἱπποκράτης ἦν ὁ συμβουλεύσας χρῆσθαι τοῖς ἐμέτοις ἢ ἄλλος τις, οὐκ ἐδήλωσεν, οὐ μὴν οὐδ' ἀναγκαῖον ἡμῖν ἐπίστασθαι. μόνον γὰρ ἀρκεῖ τὸ γνῶναι τοὺς πρὸς τὸ δέρμα ῥέψαντας