Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.966
Not analysed yet
τούτου μέλλωμεν ἐργάσασθαι χεῖρον. ἐφ' ὧν γὰρ εὐλαβούμεθα μή πως εἰς τὴν τραχεῖαν ἀρτηρίαν καὶ τὸν πνεύμονα τραπῇ τὸ ῥεῦμα, φυλαξόμεθα τὴν τοιαύτην ἀντίσπασιν. ὥσπερ οὖν ἐπὶ τούτου συνεβούλευσεν, οὕτω κἀπὶ τῶν ἄλλων ἀξιοῖ σε προορᾶσθαι, μή τι τῶν μορίων, εἰς ἃ τὴν ἀντίσπασιν ἐργάζῃ, κινδυνεύσῃ μεγάλως βλαβῆναι. τινὲς δ' ἐπὶ τῶν <τὴν> καλουμένην ῥοιάδα κατ' ὀφθαλμὸν ἐχόντων τὸν λόγον τοῦτον αὐτῷ γεγονέναι φασίν, ὥσπερ καὶ ὁ Λύκος, ὃς ἀποτείνας μακρὸν λόγον ἐκ τῶν ὀφθαλμῶν εἰς ὑπερῴαν φησὶ διήκειν πόρον ἐκκενοῦντα ταύτῃ τὸ κατ' αὐτοὺς γεννώμενον περίττωμα. κεῖσθαι δὲ τὸν πόρον τοῦτον παρὰ τὸν μείζω κανθὸν καὶ γίνεσθαι ῥοιάδα κατὰ τρόπους τρεῖς, ἤτοι τοῦ πόρου μύσαντός πως ἢ φραχθέντος ἢ τοῦ περιττώματος πολλοῦ συλλεγομένου κατὰ τὸν ὀφθαλμόν, ὡς ὑπερχεῖσθαί τι, μὴ δεχομένου πᾶν αὐτὸ τοῦ πόρου διὰ φυσικὴν στενότητα, καὶ κατὰ τρόπον ἄλλον, ὅταν οὐλὴ κατὰ τὸν κανθὸν γενομένη τυφλώσῃ τὸν πόρον, ἣν καὶ μετὰ τὰς ἐκτομὰς τῶν ἐγκανθίδων γίνεσθαί φησι καὶ ἄλλως ἑλκωθέν|