Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.967
Not analysed yet
τος τοῦ τόπου. ταύτην μὲν οὖν ἀνίατον εἶναι, τὰς δ' ἄλλας ἰασίμας, ἀντισπώντων ἡμῶν εἰς φάρυγγα. τὸ δὲ καὶ ὅπῃ ἔρευξις λυσιτελέει προσκείμενον συμβολικῶς ἑαυτῷ γράψαντος τοῦ Ἱπποκράτους. ὅτι μὲν γάρ, ἔνθα λυσιτελής ἐστιν ἔρευξις, ἐνταῦθα χρὴ κινεῖν ἐρυγὰς εὔδηλον. ἐπὶ τίνων δ' ἐστὶ λυσιτελὴς οὐκ εἶπεν. ἀλλ' οὐδὲ <τὸ> κατὰ τοὺς ῥοιώδεις ὀφθαλμοὺς ὅμοιόν ἐστι τούτῳ, διὸ καὶ παρεγκείμενον ἀτάκτως ἀσάφειαν εἰργάσατο· περὶ μὲν γὰρ τῶν ῥοιωδῶν ὀφθαλμῶν ἀντισπαστικὸν ἔγραψε βοήθημα. τὸ δὲ <καὶ> ὅπῃ ἔρευξις λυσιτελέει δυοῖν θάτερον, ἤτοι γ' ἐπὶ τῶν ῥοιωδῶν ὀφθαλμῶν εἰρῆσθαι χρὴ (καὶ φαίνεται μηδὲν ἐρυγὴ συντελοῦσα πρὸς τὴν ἴασιν αὐτῶν) ἤ τινος ἀρχὴν ἑτέρου λόγου. διὸ καί τινες ἠναγκάσθησαν χωρίσαντες τῶν προειρημένων αὐτὸ ἑτέραν ῥῆσιν ποιήσασθαι τοιάνδε· "καὶ ὅκου ἔρευξις λυσιτελεῖ καὶ ὅσα ἄλλα τοιαῦτα, τὰς ἐφόδους ἀνεστομῶσθαι." ἀλλ' οὐδὲ τοῦτο πάλιν οἰκείως ἐπιφέρεσθαι δόξει "οἷον ῥῖνας καὶ τὰ ἄλλα ὧν δεῖ καὶ ὡς δεῖ καὶ τὰ ἐφεξῆς". ὅσοι τοίνυν αὐτὸ καθ' ἑαυτὸ |