Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.973
Not analysed yet
Καὶ ταύτης τῆς ῥήσεως τὸ δεύτερον μέρος ἄλλος ἄλλως γράφει τῶν ἐξηγησαμένων τὸ βιβλίον. εἰ δὲ προσθείη τις αὐτῇ τὸ "τῇ" ἄρθρον, οὐδὲν ἕξει ζήτημα τοιάδε γενομένη· ἐπὶ δὲ τοῖς μικροῖς τἀναντία σημαῖνον τῇ εὐσημείῃ, κακόν, ἵνα καὶ ὁ σύμπας λόγος ᾖ τοιοῦτος· "ἐπὶ τοῖς μεγάλοις κακοῖς, εἴτ' οὖν πάθεσιν ἢ συμπτώμασιν, ἐὰν ᾖ τὸ πρόσωπον χρηστόν, τουτέστιν ὅμοιον τῷ κατὰ φύσιν, ἀγαθόν ἐστι σημεῖον. ἐπὶ δὲ τοῖς μικροῖς, πάλιν οὖν κἀνταῦθα πάθεσιν ἢ συμπτώμασιν, ἐὰν τἀναντία σημαῖνον γένηται τὸ πρόσωπον τῇ προειρημένῃ εὐσημείῃ, κακόν τι δηλώσει." τινὲς μὲν οὖν ἄντικρυς ὡς ἐξ ἀρχῆς γενομένης τῆς λέξεως μετὰ τοῦ ἄρθρου τὴν ἐξήγησιν ἐποιήσαντο, μὴ δηλώσαντες ὅτι τὰ παλαιὰ τῶν ἀντιγράφων οὐκ ἔχει τὸ "τῇ" <προς>γεγραμμένον τῷ εὐσημείῃ, τάχα τοῦ πρώτου γράψαντος τὸ βιβλίον ἁμαρτόντος. ἔνιοι δ' οὐ μόνον ἑτέρως ἔγραψαν, ἀλλὰ καὶ τὴν ἐξήγησιν οὐ προσήκουσαν ἐποιήσαντο. φυλαττόμενος δ' ἐγώ, καθάπερ ἐν ἀρχῇ προεῖπον, εἰς μῆκος ἐκτείνειν τὰ ὑπομνήματα, παραλιπεῖν ἔγνωκα τὰ πολλὰ τῶν οὐκ ὀρθῶς εἰρημέ|