Ancient Greek · ~3 min
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.974
Not analysed yet
νων. ἱκανὸς γὰρ εἶναί μοι δοκεῖ σκοπὸς ἐξηγήσεως, ἐὰν ἀληθῆ τε διδάσκῃ τις ἐν αὐτῇ καὶ <τὰ> κατὰ τὴν γνώμην τοῦ παλαιοῦ, καθάπερ καὶ νῦν ἔνεστι ποιησάμενον ἀπηλλάχθαι πολυλογίας. ἐὰν γὰρ μικρῶν ὄντων τῶν παθῶν τὸ πρόσωπον ἐὰν ᾖ συμπεπτωκὸς ἀξίως τοῦ νοσήματος, χρηστὸν εἶναι σημεῖον, ἐπὶ δὲ τοῖς μικροῖς <ὡσαύτως ἔχον> ἐξ ὑπεναντίου κακόν τι σημαίνειν. ἔξεστιν οὖν καὶ τούτοις, εἴ τις ἀρέσκοιτο, χρῆσθαι. ἐγὼ δ' ἐπὶ τὴν παλαιὰν γραφὴν καὶ τοῖς ἄλλοις ἅπασιν ἐξηγηταῖς ὁμολογουμένην μεταβήσομαι. [Παρὰ τὸ μέγα,] Οὗ ἡ γυνὴ ὄπισθεν τοῦ ἡρῴου, ἰκτεριώδεος ἐπιγενομένου. Εἴτε τῆς προγεγραμμένης ῥήσεώς ἐστι τέλος [τὸ παρὰ τὸ μέγα οὗ] τοῦτο <τὸ> λεξείδιον, εἴτε <τῆς ἐπιγεγραμμένης ἀρχὴ> τόπου <τέ> τινος δηλωτικόν, ἐάσω ζητεῖν τοῖς τὰ μὲν ἰατρικὰ παρατρέχουσιν, ὡς γραμματικοῖς δὲ μᾶλλον ἢ ὡς ἰατροῖς ἐξηγεῖσθαι προαιρουμένοις. |