Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.975
Not analysed yet
ἀρκεῖ γὰρ ἐπὶ μὲν τοῦ παρὰ τὸ μέγα τοσοῦτον εἰπεῖν, ὅσον οἱ παλαιοὶ τῶν ἐξηγητῶν εἶπον, ὡς ἤτοι θέατρον ἢ ᾠδεῖον ἢ γυμνάσιον <ἢ> ἡρῷον ἢ οἴκημά τι δηλοῦται <διὰ> τῆς μέγα λέξεως ἢ ὁτιοῦν ἄλλο [τι] τοιοῦτον, μεταβάντα δ' <ἐπὶ τὰ> ἐφεξῆς, εἴ τι πρὸς τὰ τῆς τέχνης ἔργα χρήσιμόν ἐστιν, ἐκεῖνο σκοπεῖν. <ἀλλ' οὐχ εὑρήσομεν, ὅτι τὸ εἰπεῖν,> ὅτι τοῦ ἡρῴου ὄπισθεν ἢ ὅτι <"παρὰ τὸ> τοῦ Μενελάου" (τινὲς γὰρ οὕτως γράφουσιν) ἡ ἄρρωστος ἐκείνη κατέκειτο, χρήσιμον ἔχει τι, καθάπερ οὐδὲ τὸ τούτων ἐφεξῆς εἰρημένον ἰκτεριώδεος ἐπιγενομένου, εἰ καὶ ὅτι μάλιστα χρήσιμον ἦν αὐτῷ τῷ Ἱπποκράτει πρὸς ἀνάμνησιν, ἴσως μὲν τῶν προειρημένων, ἴσως δὲ καὶ αὐτὸ καθ' ἑαυτό· πάθους γὰρ ἢ χρώματος ἰκτεριώδους ἐπιγενομένου τῇ γυναικὶ [ἐπι]μέμνηται. κἀνταῦθα <δὲ> παρά τε τοῖς παλαιοῖς ἐξηγηταῖς κἀν τοῖς ἀντιγράφοις ἡ ῥῆσις παραγέγραπται. κατ' ἄλλους δέ τινας ἐξηγητὰς πρόσκειται τῷ ἰκτεριώδεος ἐπιγενομένου τὸ "παρέμενεν", ὥσπερ αὖ καθ' ἑτέρους μετὰ τῆς ἀποφάσεως τὸ "οὐ παρέμενεν". ἔνιοι δὲ καὶ τὸ "αὐτῇ" προστιθέασιν. ἀλλὰ τοῦτο |