Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.976
Not analysed yet
μὲν <ἐν> τῇ λέξει τὴν διαφοράν, οὐκ ἐν τῇ διανοίᾳ λαμβάνει, τὰ δὲ πρότερα τὴν διάνοιαν ἐπὶ τοὐναντίον ὑπαλλάττει· τὸ γὰρ ἰκτερῶδες πάθος ἢ χρῶμα τῆς ἑτέρας γραφῆς παραμεῖναι δηλούσης, ἡ ἑτέρα φησὶ μὴ παραμεῖναι. καθ' ἑαυτὴν μὲν οὖν γεγραμμένης τῆς προκειμένης ῥήσεως, οὔτ' εἰ παρέμενεν, οὔτ' εἰ μὴ παρέμενεν, <οὐδὲν> ἔχει τι χρήσιμον ἡμῖν τοῖς οὐκ εἰδόσιν, ὅπως ἐνόσησεν ἢ τίνα διάθεσιν ἔσχεν. εἰ δὲ τοῖς ἐπιγεγραμμένοις συνάπτοιτο, περιττὸν ὅλως ἐστίν. ἀρκεῖ γὰρ εἰρῆσθαι μόνον τὸ ἰκτερώδεος ἐπιγενομένου, παραδείγματος τούτου τοῦ περὶ τὸ πρόσωπον φανέντος, ὡς τῶν ἄλλων δοκούντων μικρῶν εἶναι μόνον ἐδήλωσε τοὐναντίον, ἐπειδὴ μεγάλως ἐξετράπη τοῦ κατὰ φύσιν. καὶ γὰρ τὸ ἐπιφερόμενον τοῦτό σε διδάξει διαμαρτυροῦν, ἐφ' ὃ μεταβαίνειν ἤδη καιρὸς ἐάσαντα τὰς ἄλλας ἐξηγήσεις τῆς προκειμένης ῥήσεως. ἴσως γὰρ καὶ τὰ νῦν εἰρημένα παρὰ τὴν ἐμαυτοῦ προαίρεσιν ἐμήκυνα, παραλιπεῖν ἐγνωκὼς ὅσα τοὺς ἀναγινώσκοντας αὐτὰ νέους οὐδὲν εἰς τὴν τέχνην |