Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.982
Not analysed yet
ἦτρον ἐλαπάχθη, εὐθύπνους ἐγένετο, τουτέστιν εὔπνους τε καὶ κατὰ φύσιν ἀναπνέων." οὐ μὴν ἔγραψε πότερον ὑπαγαγοῦσα τὴν κοιλίαν ἡ κράμβη τὴν ὠφέλειαν ἐποίησεν ἢ κατὰ τὸν τῆς ἀναδόσεως λόγον. ἔνιοι δ' ὡς βλαβέντος αὐτοῦ τὴν εὐθύπνους λέξιν ἐξηγήσαντο, σημαίνεσθαι λέγοντες ἐξ αὐτῆς τὸν ὀρθοπνοϊκὸν καλούμενον τῆς δυσπνοίας τρόπον. ἐν γὰρ ταῖς αἰνιγματώδεσι ῥήσεσιν ὅ τι ἄν τις ἐθέλῃ δύναται λέγειν, οὐδὲν ἡμῶν ἀξιόλογον ὠφελουμένων ἐν αὐταῖς, ἐν αἷς γε οὐδὲ τὴν Ἱπποκράτους γνώμην ἔνεστι μαθεῖν ἀκριβῶς, ἀλλὰ τὴν τῶν ἐξηγητῶν. Περὶ τοῦ αἵματος τοῦ ἰχωροειδέος, ὅτι ἐν τοῖσι πτοώδεσι τὸ τοιοῦτον καὶ ἐν τοῖσιν ἠγρυπνηκόσι, καὶ εἴτε φαῦλον εἴτε χρηστόν. Οὐχ ἁπλῶς τὸ λεπτὸν καὶ ὑδατῶδες αἷμα καλεῖν αὐτὸν ἰχωροειδὲς ὑποληπτέον ἐστίν, ἀλλὰ τὸ μετά |