Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.983
Not analysed yet
τινος ἰώδους καὶ κακοήθους δυνάμεως. ἐν γὰρ τῷ δευτέρῳ τῶν Ἐπιδημιῶν αὐτὸς ἔγραψε· "καὶ ὑπὸ τῷ δέρματι ἰχῶρες γίνονται, ἐγκαταλαμβανόμενοι δὲ θερμαίνονται καὶ κνησμὸν ἐμποιοῦσιν, εἶτα φλυκταινίδες ὥσπερ πυρίκαυστοι ἀνίσταντο καὶ ὑπὸ τὸ δέρμα καίεσθαι ἐδόκεον." εὔδηλον οὖν ὅπως ὑπὸ τῶν ἰχώρων οὐ σμικρὰ συμπτώματα γίνεσθαί φησι. καὶ ὁ Πλάτων δὲ ἐν τῷ Τιμαίῳ τοιοῦτόν τι σημαίνει διὰ τῆς ἰχώρων προσηγορίας ὧδέ πως λέγων· "ἰχὼρ δὲ ὁ μὲν αἵματος ὀρρὸς πρᾷος, ὁ δὲ μελαίνης χολῆς ὀξείας τε ἄγριος." ἰχωροειδὲς οὖν αἷμα καλεῖται τὸ περιέχον ἐν ἑαυτῷ μοχθηρὰν ὑγρότητα λεπτήν, οὐχ ὑδατώδη καὶ ἄδηκτον, ἀλλὰ δακνώδη καὶ διαβρωτικήν. εἰπόντος δὲ τοῦ Πλάτωνος "ἰχὼρ δὲ ὁ μὲν αἵματος ὀρρὸς πρᾷος, ὁ δὲ μελαίνης χολῆς ὀξείας τε ἄγριος," εὔδηλον ἐγένετο ἡμῖν, καθάπερ ἐπὶ τοῦ γάλακτος ὀρρώδης τίς ἐστιν ὑγρότης οἷον περιήθημα καὶ περίχυμα τῶν παχυτέρων ἐν αὐτῷ, <κατὰ> τὸν αὐτὸν τρόπον <κἀν φυτοῖς καὶ ζῴοις> ἐπὶ πάντων εἶναι χυλῶν τε καὶ χυμῶν ὀρρώδη τινὰ καὶ λεπτὴν ὑγρότητα.