Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.984
Not analysed yet
διοίσουσιν οὖν ἀλλήλων δηλον|ότι κατὰ τὰς φύσεις τῶν χυμῶν ὧν εἰσιν ὀρροὶ καὶ γενήσεται χαλεπώτατος μὲν ὁ τῆς μελαίνης χολῆς, ἧττον δὲ χαλεπὸς ὁ τῆς ξανθῆς, καὶ τούτου μᾶλλον ὁ τοῦ φλέγματος, ἐπιεικέστατος δὲ πάντων ὁ τοῦ αἵματος ὀρρός τε καὶ ἰχώρ. οὐδὲν γὰρ ἐν τῷ παρόντι διοίσει λέγειν οὕτως ἢ ἐκείνως, ἀλλ' ἐπειδὴ διττῶς τὸ αἷμα λέγομεν, ἐνίοτε μὲν ἀντιδιαιρούμενον πρὸς τοὺς ἄρτι λελεγμένους χυμούς, ἐνίοτε δὲ κατ' ἐπικράτειαν ὅλον τὸν ἐν τοῖς ἀγγείοις χυμόν, ἰχωροειδὲς αἷμα νῦν ἀκουστέον ἐστὶ τὸ κατὰ τὸ δεύτερον σημαινόμενον, ὥσπερ καὶ λέγειν ἐστὶ σύνηθες ἅπασι τοῖς ἰατροῖς ἐν ταῖς φλεβοτομίαις ἐνίοτε μὲν ὀρρῶδες, ἐνίοτε δὲ μελαγχολικὸν ἢ φλεγματῶδες ἢ χολῶδες, ἔστι δ' ὅτε κατὰ φύσιν ἔχον ἐκκεκρίσθαι τὸ αἷμα. διὰ παντὸς μὲν οὖν πτοώδεις, ὅπερ ἐστὶ τεταραγμένους μετὰ φόβου, ποιήσει τὸ ἰχωροειδὲς αἷμα καὶ ἀγρύπνους γε προσέτι. ἐὰν δὲ καὶ μοχθηροῦ χυμοῦ τινος, μὴ μόνον τοῦ αἵματος ὀρρὸς ἐν τοῖς αἱματικοῖς ἀγγείοις περιέχηται, καὶ παραφροσύνας καὶ φρενίτιδας καὶ μανίας ἐργάσεται. ἀλλὰ νῦν γε τοῦ αἱματώδους ἔοικεν ὀρροῦ |