Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.985
Not analysed yet
μνημομεύειν, ἀνάμνησιν ἑαυτῷ τινα γράφων τήνδε. ***δειλίαν μὲν ἐργάζεσθαι τὸν φλεγματικὸν ὀρρὸν εἰκός ἐστιν, οὐ μὴν ἀγρυπνίαν ἢ ταραχὴν ἢ κίνησιν ψυχῆς πτοώδη. τὸ γὰρ νωθρὸν αὐτῷ καὶ ψυχρὸν ὑπάρχει μόνον, οὐ τὸ δακνῶδές τε καὶ κακόηθες, εἰ μή ποτ' ἄρα καὶ τοῦτο διαφθαρὲν ὀξὺ ἢ ἁλμυρὸν [τε] γένοιτο. ἀλλ' ἐκεῖνό γε ζητήσεως ἄξιόν ἐστιν ὅπερ ἔφη καὶ εἴτε φαῦλον εἴτε χρηστόν. εἰ μὲν γὰρ ἁπλῶς τις ἀποφαίνοιτο φαῦλον εἶναι τὸ ἰχωροειδὲς αἷμα, καλῶς δόξει λέγειν. τὸ γὰρ οὕτως λεγόμενον πάντως πρὸς τὸ κατὰ φύσιν παραβάλλεται· εἰ δέ τις τοῖς τῶν ἄλλων χυμῶν ἰχῶρσιν ἀντιπαραβάλλων τὸν τοῦ αἵματος ἰχῶρα μὴ πονηρὸν [ἢ ἀγαθὸν] εἶναι λέγοι, καὶ οὕτως ἀληθεύειν ὀρθῶς <ἂν> νομισθείη. πολλάκις δ' εἰώθασι καὶ οἱ νῦν ἄνθρωποι καὶ οἱ παλαιοὶ τὸ ἧττον μοχθηρὸν ὀνομάζειν ἀγαθὸν ἢ χρηστὸν ἢ ἐπαινετὸν ἤ τι τοιοῦτον, καὶ μάλισθ' ὅταν ᾖ μεγάλη τις ὑπεροχὴ τοῦ πάνυ μοχθηροῦ πρὸς τὸ μετρίως ἀποκεχωρηκὸς τοῦ κατὰ φύσιν· ὥστε καὶ τὸ ἰχωροειδὲς αἷμα ζητοῦντος τοῦ Ἱπποκράτους εἴτε φαῦλον εἴτε χρηστόν ἐστι, δυναί- |