Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.986
Not analysed yet
μεθα ἂν ἡμεῖς ἀποφήνασθαι, τῷ μὲν ἀρίστῳ παραβαλλόμενον αἵματι φαῦλον ὑπάρχειν αὐτό, τοῖς δ' ἄλλοις ἅπασιν, οἷς <ὁ> ἰχὼρ ἑτέρου τινὸς ἀναμέμικται χυμοῦ μοχθηροῦ, πολὺ βέλτιόν τε καὶ αἱρετώτερον καὶ διὰ τοῦτο χρηστόν. Οἷσι σπλήν ἐστι κατάρροπος, πόδες καὶ χεῖρες καὶ γούνατα θερμά, ῥὶς καὶ ὦτα ψυχρὰ ἀεί. ἦρα διὰ τοῦτο ὅτι λεπτὸν τὸ αἷμα; ἦρα καὶ φύσει τὸ τοιοῦτον οὗτοι ἔχουσιν; Ὅτι μὲν κατάρροπος σπλὴν ὁ κάτω τὴν ῥοπὴν ἔχων λέγεται, καὶ δι' αὐτῆς τῆς φωνῆς ἔστι μαθεῖν. εἴτε δ' ἐπὶ τῶν κατ' αὐτὸν ὄγκων ἐν τοῖς κάτω μέρεσι συνισταμένων εἴθ' ὅταν εἰς αὐτὰ τὰ κάτω μόρια τοῦ σώματος ὠθῇ τοὺς ἐν αὐτῷ μοχθηροὺς χυμούς, ὠνόμασε κατάρροπον σπλῆνα, τοῦτο οὐκέθ' οἷόν τε πρὸς τῆς φωνῆς διδαχθῆναι. δυνατόν γε μήν ἐστιν, ὅσον ἐπὶ τῇ τῶν πραγμάτων φύσει, κατ' ἄμφω τὰ εἰρημένα δέξασθαι κατάρροπον ὑπ' αὐτοῦ λελέχθαι τὸν |