Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.987
Not analysed yet
σπλῆνα. πόδες γάρ, φησί, καὶ χεῖρες καὶ γόνατα θερμά, ῥὶς δὲ καὶ ὦτα ψυχρά. τὰ μὲν οὖν γόνατα καὶ τοὺς πόδας ἐν καταρρόπῳ σπληνὶ θερμὰ φαίνεσθαι λόγον ἔχει, καθάπερ καὶ τὰς ῥῖνας καὶ τὰ ὦτα ψυχρά· τὰς δὲ χεῖρας οὔκ ἐστιν εὔλογον θερμὰς ὑπάρχειν ἐν καταρρόπῳ σπληνί. μᾶλλον μὲν γὰρ ἄν τις αὐτὰς τῶν ἄνω θείη μορίων, εἰ δὲ μή, ἀλλ' οὐ τῶν κάτω. τοῦ δ' οὖν ὦτα μὲν καὶ ῥῖνας εἶναι ψυχρά, τὰ κάτω δὲ θερμὰ σκοπῶν τὴν αἰτίαν ὁ Ἱπποκράτης ἔφη, ἆρά γε διὰ τοῦτο ὅτι [τε] λεπτὸν ἔχουσι τὸ αἷμα, ἢ <ἆρα καὶ φύσει τὸ τοιοῦτον οὗτοι ἔχουσιν; γίνεται δὲ τοιοῦτον τὸ αἷμα,> ὅταν οἱ σπλῆνες γένωνται κατάρροποι. τινὲς δ' οὐ τοῖς σπλησὶν ἀντιδιαιρεῖσθαί φασι τὸ ἆρα καὶ φύσει τὸ τοιοῦτον οὗτοι ἔχουσιν, ἀλλὰ τῷ μετὰ ταῦτα γεγραμμένῳ καὶ ποιοῦσιν ὅλην τὴν λέξιν τοιαύτην· "ἆρα καὶ φύσει τὸ τοιοῦτον οὗτοι ἔχουσιν ὡς <ἐν> τοῖς ἐμπυήμασιν;" ἐπισκεπτέον οὖν ἐφεξῆς ἀκριβέστερον ὑπὲρ αὐτοῦ <τοῦ> "ὡς ἐν τοῖσιν ἐμπυήμασιν", <ὅπως> τοῦτο τοῖς προειρημένοις συνάπτουσιν οἱ οὕτω γράφοντες. ὅσοι δ' ἀρχὴν αὐτὸ βούλονται τῶν ἐφεξῆς γεγραμμένων <εἶναι>, τὸ "ὡς" ἀφαιροῦσι καὶ τοιάνδε τινὰ ποιοῦσι τὴν λέξιν· "τοῖς ἐμπυήμασιν |