Ancient Greek · ~3 min
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.988
Not analysed yet
ὀρρὸς τοῖσι μέλλουσιν ἐκπυΐσκειν, αἱ κοιλίαι ἐκταράσσονται," γνώρισμα τῶν μελλόντων ἐκπυΐσκειν τιθέμενοι τὴν ταραχὴν τῆς γαστρός. εἴη δ' ἂν οὐ πάντων τῶν ἐκπυϊσκόντων, ἀλλὰ μόνων ὅσα ῥήγνυνται τῇ διὰ τῶν ἐντέρων ἐκκρίσει τὸ σημεῖον τοῦτο ἔγραψεν ὁ Ἱπποκράτης. εἰ δ' ἄνευ τοῦ διορίσασθαι περὶ ποίων λέγει τὴν ἑρμηνείαν ἐποιήσατο, θαυμαστὸν οὐδέν, ἐὰν τοῦ κατ' ἀρχὰς εἰρημένου μεμνώμεθα τοῦ γράφειν ἑαυτῷ ταῦτα παρασκευάς τινας εἰς συγγράμματα. μόνον γὰρ ἤρκει πρὸς ἀνάμνησιν ὧν βούλεται δηλοῦν ἑαυτῷ προσκείμενον ἐν γραφῇ τὸ <αἱ> κοιλίαι ἐκταράσσονται, λέγοντος αὐτοῦ κοιλίας ἐπιταράσσεσθαι τοῖς τοιούτοις ἐμπυήμασιν, ὧν μελλόντων ῥήγνυσθαι προδιϊδροῦταί τις ἰχὼρ λεπτὸς ἐκ τοῦ πύου, δι' ὃν δακνόμενα τὰ ἔντερα ταραχήν τινα τῆς γαστρὸς ἐργάζεται, τουτέστι δήξεις τε καὶ προθυμίας συνεχεῖς ἐπ' ἀποκρίσεις. ἔνιοι δὲ καὶ τοιάνδε τινὰ γραφὴν ἴσασι· |