Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.989
Not analysed yet
Τοῖσιν ἐμπυήμασιν ὀμφαλὸς ὅρος, οἷσι μέλλουσιν ἐκπυΐσκειν, κοιλίαι ταράσσονται, βουλόμενοι δηλοῦσθαι συντόμως τὸ διὰ τοῦ Προγνωστικοῦ σαφῶς εἰρημένον· "ἥκιστα δὲ τὰ ὑποκάτω τοῦ ὀμφαλοῦ εἰς διαπύησιν τρέπεται." οἷς μέντοι μέλλει διαρρήγνυσθαι τὸ ἐμπύημα, κοιλίαι προεπιταράσσονται. πολυειδῶς δὲ καὶ ἄλλως γράφουσι καὶ διαιροῦσιν οὐ ταύτην μόνον τὴν ῥῆσιν, ἀλλὰ καὶ τῶν ἄλλων [τὰς] πλείστας οἱ ἐξηγησάμενοι τοῦτο τὸ βιβλίον, ὡς ἀπορρεῦσαί τινας τῶν ἐπὶ τὰ τῆς τέχνης ἔργα σπευδόντων. φαίνονται γάρ τινες ποιεῖν ὅπερ ὁ Τίμων εἶπεν· εἰκάζω, τί θέλεις, ὀλίγον κρέας, ὀστέα πολλά. τινὲς δὲ καὶ τὴν ἑξῆς ῥῆσιν ἧς ἀρχὴ "σπλὴν σκληρὸς οὐ τὰ ἄνω" ταύτῃ συνάπτουσιν, ἵνα ἐπὶ τῶν κατὰ σπλῆνα διαφορῶν ὁ λόγος ᾖ γινόμενος αὐτῷ. μεταβάντες οὖν ἐπ' ἐκείνην ἴδωμεν τὰς διαφοράς, ἔχουσι γάρ τι χρήσιμον. |