Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.990
Not analysed yet
Σπλὴν σκληρὸς οὐ τὰ ἄνω, κάτω στρογγύλος, πλατύς, παχύς, μακρός, λεπτός. Τῶν ἐν σπληνὶ παρὰ φύσιν ὄγκων ἐν ταύτῃ τῇ ῥήσει διαφορὰς ἔγραψεν, ὑποτυπούμενος ἑαυτῷ τάχα, διότι καταρρόπου σπληνὸς ἐμνημόνευσεν. ἡ γοῦν πρώτη διαφορὰ μία τῶν τοιούτου σπληνός ἐστιν· ὁπόταν μὲν <γὰρ> σκληρὸς ᾖ, μὴ μέντοι τὰ ἄνω, πρόδηλον ὅτι τὰ κάτω σκληρός ἐστιν. ἡ δευτέρα δὲ ὧν εἶπεν ἐν τῇ προκειμένῃ ῥήσει διαφορὰ τῶν καταρρόπων σπληνῶν αὐτῶν πάλιν ἐστὶν ἰδία. τούτων γὰρ τῶν καταρρόπων σπληνῶν κοινὸν ἐχόντων <τὸ> τὰ μὲν ἄνω μέρη μὴ ἔχειν σκληρά, τὰ κάτω δ' ἔχειν ὁ μέν τίς ἐστι στρογγύλος, ὁ δέ <τις> πλατύς, ὁ δ' ἐπὶ μῆκος ηὐξημένος ἤτοι σὺν ὄγκῳ παρὰ φύσιν ἢ χωρὶς τούτου μόνην ἐσχηκὼς τὴν κατὰ τὸ μῆκος ἐπίδοσιν. ἐδήλωσε δὲ τὴν μὲν προτέραν ἐν τῷ φάναι παχύς, μακρός· τὴν δὲ δευτέραν ἐν τῷ μακρός, λεπτός. δὶς γὰρ τοῦ μακρὸς ὑφ' Ἱπποκράτους γεγραμμένου, |