Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.991
Not analysed yet
καθάπερ ἄν τις εἰκάσειε, τὸ ἕτερον ἀφεῖλον οἱ ἐκγραφόμενοι καὶ τοιαύτην ἐποίησαν τὴν ῥῆσιν, οἵαν ἄρτι προὔγραψα. κατὰ λόγον δ' ἐστὶ πρώτης μὲν αὐτὸν μεμνημονευκέναι διαφορᾶς, καθ' ἣν ἔφη σπλὴν σκληρὸς οὐ τὰ ἄνω, τουτέστι τὰ κάτω σκληρός, ὥσπερ καὶ κατάρροπός ἐστιν. εἶτα πάλιν αὐτοῦ διαφορὰς τέσσαρας εἴρηκε· μίαν μὲν ἐν ᾗ στρογγύλος ἐστί, δευτέραν δὲ ἐν ᾗ πλατύς, ἀμφοτέρων τούτων ἐχουσῶν κοινὸν τὸ μὴ προσηυξῆσθαι κατὰ μῆκος τὸν σπλῆνα. δύο δ' ἄλλας διαφορὰς τὴν μὲν ἑτέραν καθ' ἣν μακρὸς καὶ παχὺς γίνεται, τὴν δ' ὑπόλοιπον καθ' ἣν μακρὸς καὶ λεπτός. δὶς γάρ, ὡς ἔφην, γεγραμμένου τοῦ μακρός, εἰκός ἐστιν <τὸ ἕτερον> ὡς περιττὸν παρελθεῖν τὸν ἀντιγραφόμενον ἐκ τῶν ἀρχαίων ὑπομνημάτων. ἡ μὲν οὖν παλαιὰ γραφὴ τοιαύτη τίς ἐστιν, ἐν ᾗ τὸ μακρὸς ἐγώ φημι δὶς ὑφ' Ἱπποκράτους εἰρημένον ἅπαξ γραφῆναι πρὸς τοῦ βιβλιογράφου. δυνατὸν δ' ἴσως ἐστί, κἂν ἅπαξ ὑπ' αὐτοῦ τοῦ Ἱπποκράτους ᾖ γεγραμμένον ἐν τῷ μεταξὺ τοῦ τε παχὺς καὶ λεπτός, ἀπὸ κοινοῦ δέξασθαι συνῆφθαι τῷ τε προειρημένῳ καὶ τῷ μετ' |