Ancient Greek · ~3 min
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.110
Not analysed yet
Πολλάκις ἤδη τὰς ἀποστάσεις εὕρομεν αὐτὸν οὐκ ἐπὶ μόνων τῶν κατὰ ἀπόθεσιν, ἀλλὰ κἀπὶ τῶν ἐκκρίσεων ὀνομάζοντα. τῶν οὖν τοιούτων παθημάτων ἔν τισι καὶ σύριγγές εἰσιν ἐκκαθαίρουσαι δι' αὑτῶν τὰς περιουσίας τῶν χυμῶν. ὥσπερ οὖν ἐπὶ τῶν αἱμορροΐδων, οὕτω κἀπὶ τούτων οὐχ ἁπλῶς οὐδ' ὡς ἔτυχε τὴν θεραπείαν [ἧ] ποιητέον ἐστί. Σκῆψις μὲν ἐφ' οἷσι γενόμενα ῥύεται, τούτων προγενόμενα κωλύει. Τῆς παλαιᾶς γραφῆς οὔσης ταύτης, ἐπὶ τὸ σαφέστερον αὐτὰ με<τα>τεθήκασι πολλοὶ τῶν ἐξηγητῶν, ἀντὶ τοῦ γενόμενα καὶ προγενόμενα "γενομένη <καὶ προγενομένη>" γράψαντες, ἵν' ἐπὶ τὴν ἀπόσκηψιν ὁ λόγος ἀναφέρηται. πάντες δὲ ἤκουσαν τὴν σκῆψιν ἐπὶ τῆς ἀποσκήψεως εἰρῆσθαι, τάχα καὶ σφαλέντος τοῦ πρώτου γράψαντος