Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.111
Not analysed yet
βιβλιογράφου. τὰ δὲ τῆς διανοίας τὰ |αὐτὰ κατὰ πάσας τὰς γραφάς ἐστι. βούλεται γὰρ ὁ Ἱπποκράτης λέγειν τὰς ἀποσκήψεις, ἐφ' οἷς ἂν πάθεσι γινόμεναι λύειν αὐτὰ δύνωνται, τούτων προγενομένας κωλύειν γενέσθαι. δοκεῖ δέ μοί <τις> δύνασθαι καὶ οὕτως ἀκούειν τῆς ῥήσεως, <ὡς> εἴ γε κατὰ τήνδε τὴν λέξιν εἴρητο· "σκέψις μέν ἐστιν, <εἰ> πάντα, ἐφ' οἷσι γενόμενα ῥύεται, τούτων προγενόμενα κωλύει." γραφόντων γὰρ τῶν παλαιῶν τόν τε τοῦ η φθόγγον καὶ τὸν τοῦ ε δι' ἑνὸς χαρακτῆρος, ὃς νῦν μόνος σημαίνει τὸν ἕτερον φθόγγον τὸν τοῦ ε, πολλὰ γέγονεν ἁμαρτήματα τῶν ἐκγραφομένων, οὐ κατὰ τὴν γνώμην τῶν γραψάντων τὴν μετάθεσιν τῶν γραμμάτων ποιησαμένων. διὸ καὶ προσέχειν ἀκριβῶς χρὴ ταῖς τοιαύταις γραφαῖς, ἐν αἷς δυνατόν ἐστι τὸν τοῦ η φθόγγον εἰς τὸν τοῦ ε μεταθέντας ἢ τοὔμπαλιν γράψαντας ἐπανορθώσασθαι τὴν γραφήν. ὁμοίως δὲ κἀπὶ τοῦ ο καὶ ω ποιητέον, ἐπειδὴ καὶ τούτων ἀμφοτέρων οἱ φθόγγοι δι' ἑνὸς χαρακτῆρος ἐγράφοντο. |