Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.112
Not analysed yet
Ἄλλου τόπου τόποι δεξάμενοι ἢ πόνῳ ἢ βάρει ἢ ἄλλῳ τινὶ ῥύονται, [ἢ] ἀλλ' οἷσιν αἱ κοινωνίαι. Ἡ αὐτὴ ῥῆσις ἥδε κἀν τῷ Περὶ χυμῶν ἐπὶ τῷ τέλει τοῦ βιβλίου γέγραπται, καθάπερ καὶ αἱ πρὸ αὐτῆς ἀπὸ τῆς πρώτης, ἐν ᾗ φησιν· "Οἱ αἱμορροΐδας ἔχοντες." ἐξηγήμεθα οὖν ἐκεῖ τελεώτερον αὐτάς, εἰρήσεται δὲ καὶ νῦν τὸ κεφάλαιον. ἡ γάρ τοι διάνοια τῆς προκειμένης ῥήσεώς ἐστι τοιάδε· ἐξ ἄλλων τόπων εἰς ἄλλους διαδοχαὶ γίνονται νοσημάτων κατὰ μετάστασιν τῶν ποιούντων αὐτὰ χυμῶν ἤτοι διὰ πόνον τινὰ τοῦ μέρους, εἰς ὃ μεθιστάμενοι κατασκήπτουσιν, ἢ διὰ τὸ σφῶν αὐτῶν βάρος ἢ καὶ δι' ἄλλην τινὰ αἰτίαν, οἷον φάρμακον ἐρεθίσαν δριμὺ καὶ τρῖψιν ἤ τινα θερμασίαν ἔξωθεν προσγενομένην. ἀλλὰ καὶ διὰ κοινωνίαν τῆς φύσεως τῶν μορίων γίνονται μεταστάσεις. "ὄρχις γοῦν οἰδήσας ἀπὸ βηχέων ὑπόμνημα κοινωνίας στηθέων, μαζῶν, |