Ancient Greek · ~4 min
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.113
Not analysed yet
γονῆς, φωνῆς." ἔνιοι δὲ <ἀντὶ> τοῦ ἀλλ' οἷσιν αἱ κοινωνίαι γράψαντες "ἀλλοῖαι κοινωνίαι" τῆς ἑπομένης ῥήσεως ἀρχὴν αὐτὸ ποιοῦνται, φάσκοντες ἐπ' ἄλλο κοινωνίας εἶδος αὐτὸν μετεληλυθέναι, τὸ κατὰ τὴν τῶν χυμῶν συγγένειαν. αὐτὸς γοῦν, φασί, λέγει· "διὰ τὴν ῥοπὴν οὐκέτι αἷμα ἔρχεται, ἀλλὰ διὰ τὴν τοῦ χυμοῦ συγγένειαν τοιαῦτα πτύουσιν." οὕτω δὲ καὶ ὁ Ῥοῦφος ἔγραψέ τε καὶ διεῖλε τὴν λέξιν οἷον προγραφὴν μέν τινα νομίζων εἶναι τὸ "ἀλλοῖαι κοινωνίαι", τὴν δ' ὥσπερ ἐξήγησιν τῆς προγραφῆς τὰ ἐπιφερόμενα. φησὶ γὰρ εἶναι κοινωνίαν τῷ αἵματι πρὸς τὸ πῦον, <ὥσθ',> οἷς οὐκέτι αἷμα πτύεται τῆς ῥοπῆς ἐπὶ τἀναντία γενομένης αὐτῷ, τούτοις τὰ συγγενῆ τοῦ αἵματος γίνεσθαι πτύσματα πυώδη. διὸ καὶ τὴν λέξιν οὕτω γράφει· "ἀλλὰ διὰ τοῦ χυμοῦ τὴν συγγένειαν πῦα πτύουσιν." οἱ δὲ περὶ τὸν Σαβῖνον φυλάξαντες τὴν παλαιὰν γραφὴν ἰδίαν ἀρχὴν ἐποιήσαντο τῶν λεγομένων τὸ "διὰ τὴν ῥοπήν", ἐφ' ἣν ἤδη μεταβήσομαι. |