Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.114
Not analysed yet
Διὰ τὴν ῥοπὴν οὐκέτι αἷμα ἔρχεται, ἀλλὰ κατὰ τοῦ χυμοῦ τὴν συγγένειαν τοιαῦτα πτύουσιν. Ἐξήγημαι μὲν ἤδη τελέως τὴν ῥῆσιν ταύτην ἐν τῷ τρίτῳ τῶν εἰς τὸ Περὶ χυμῶν ὑπομνήματι. καὶ νῦν δ' ἐρῶ συντομώτερον αὐτήν· ὅταν αἷμα διά τινος μέρους ἐκκενούμενον, οἷον ἕδρας ἢ ῥινὸς ἢ μήτρας ἢ κατὰ περιόδους ἐκ γαστρὸς ἢ σύριγγος ἢ ὁθενοῦν ἑτέρωθεν ἐπ' ἄλλα μόρια ποιήσηται τὴν ῥοπήν, οὐκέτ' ἐκκενοῦται τοῦτο διὰ τοῦ πρόσθεν χωρίου. παράδειγμα δὲ τοῦτο μερικόν ἐστιν ἐπὶ τοῦ <αἵματος> τὴν ῥοπὴν εἰς θώρακα καὶ πνεύμονα ποιησαμένου. πτύεται γὰρ ἐντεῦθεν ἄλλοις ἄλλο κατὰ τὴν τῶν χυμῶν συγγένειαν, ἀφρῶδες μέν, ὅταν ᾖ φλεγματικός, ὠχρὸν δ', ὅταν πικρόχολος, μέλαν δ', ὅταν μελαγχολικός, ὥσπερ γε ἐρυθρόν, ὅταν τὸ αἷμα κατασκῆψαν ᾖ καθαρόν. εἰκότως οὖν ἔνιοι τὸ ταυ γράμμα προσθέντες οὐ ῥοπὴν, ἀλλὰ "τροπὴν" |