Ancient Greek · ~2 min
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.115
Not analysed yet
ἔγραψαν, διὰ τὴν τροπὴν τοῦ αἵματος ἀξιοῦντες πτύεσθαι τὸ συγγενὲς τῇ τροπῇ. τρέπεται γὰρ ἐνίοτε μὲν ἐπὶ τὸ <πι>κρόχολον, ἐνίοτε δ' ἐπὶ τὸ μελαγχολικόν. Ἔστιν οἷσιν αἷμα ἀφαιρεῖσθαι ἐν καιρῷ ἐπὶ τοῖσι τοιούτοισιν. ἐπ' ἄλλοισι δέ, ὥσπερ ἐπὶ τούτοισιν, οὐκ εἰκός. Συμφέρει, φησίν, αἵματος ἀφαιρεῖσθαί τινας τούτων, οἷς δηλονότι πλέον ἐστὶ τοῦτο καὶ μηδέπω τροπὴν ἀξιόλογον εἰς ἄλλον χυμὸν πεποιημένον, οὐκ ἀφαιρεῖσθαι δὲ οἷς ἤδη τέτραπται, προηγουμένου τοῦ κατὰ τὴν δύναμιν σκοποῦ, κἂν παραλείπηταί ποτε κατὰ τοὺς λόγους, ἐν οἷς τὰς ἀπὸ τῶν διαθέσεων μόνων ἐνδείξεις διερχόμεθα. |