Ancient Greek · ~3 min
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.116
Not analysed yet
Κώλυσις ἐπὶ τοῖσιν αἱματώδεα πτύουσιν ὥρη, πλευρῖτις, χολή. Καὶ ταύτην τὴν ῥῆσιν ἐφεξῆς ταῖς προγεγραμμέναις ἐν τοῖς τελευταίοις τοῦ Περὶ χυμῶν ἄλλος ἄλλως καὶ γράφει καὶ ἐξηγεῖται. πασῶν μὲν οὖν τῶν γραφῶν καὶ τῶν ἐξηγήσεων ἀπιθάνων οὐσῶν, ἡ μετριώτερον ἔχειν μοι δόξασα τῶν ἄλλων ἐστὶν ἡ μὲν γραφὴ κατὰ τὴν ἄρτι λελεγμένην [δόξαν] λέξιν, ἡ δ' ἐξήγησίς <ἐστ>ιν α<ὕτη>· "τοῖς αἱματώδη πτύουσιν ἡ φλεβοτομία κωλύεται διὰ τὴν ὥραν ἀντιπράττουσαν ἢ διὰ τὸ πάθος ὂν πλευριτικὸν ἢ διὰ τὸν πλεονάζοντα χυμὸν ὄντα χολώδη." τὸ μὲν οὖν διὰ τὴν ὥραν εὔδηλον. ἐν γὰρ ταῖς πάνυ θερμαῖς ὥραις, οἵαπέρ ἐστιν ἡ ὑπὸ κύνα, φυλαττόμεθα φλεβοτομίαν, ὡσαύτως δὲ κἂν χολώδης ἱκανῶς ὁ ἄνθρωπος ᾖ. τὸ δ' ἐπὶ τῆς πλευρίτιδος δοκεῖ <τῷ φαινομένῳ> μάχεσθαι μόνον.