Ancient Greek · ~4 min
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.117
Not analysed yet
οὐ γὰρ ἀντιπράττει φλεβοτομίᾳ τὸ πάθος, ἀλλὰ |δεῖται μὴ κωλυούσης τῆς δυνάμεως ἢ τῆς ὥρας ἢ τῆς ἡλικίας. ἔοικεν οὖν τοιοῦτόν τι τὸ λεγόμενον εἶναι· "τοὺς αἱματώδη πτύοντας φλεβοτομητέον ἐστὶ πάντως, ὅσον ἐπὶ τούτῳ, πλὴν εἰ μὴ διὰ πλευρῖτιν πτύοιεν τοιαῦτα." τούτους γὰρ οὐ πάντως φλεβοτομήσεις, ὡς αἷμα πτύοντας, ἀλλὰ τοῖς ἰδίοις τῆς πλευρίτιδος ὑγιάσεις διορισμοῖς, καθ' οὓς ἤτοι φλεβοτομητέον ἐστὶ τοὺς οὕτω πάσχοντας ἢ μή. τοῦτο δέ μοι προσεπινοῆσαι συνέβη <προ>εξηγημένῳ τὸ Περὶ χυμῶν, ἐν τῷ μεταξὺ θεασαμένῳ τινὰ ἄρρωστον, ὃς ὡς <αἱ>μοπτυϊκὸς ἐκάλεσέ με, πτύσας αἱματῶδες ἀπὸ πλευροῦ. θεασάμενος οὖν ἐγὼ τὸ πτυσθὲν ἠρόμην αὐτόν, εἴ τινα αἴσθησιν ὀδυνηρὰν ἔχει κατὰ τὴν πλευράν, ὁ δ' ὡμολόγησεν εἶναι μικράν. ἦν δ' οὕτως ἔχων καὶ τῆς ἕξεως καὶ τῆς δυνάμεως, ὡς, εἰ μὲν ἐπτυκὼς ἦν αἷμα, διὰ τὸ κατεπείγειν τὸ τῆς φλεβοτομίας βοήθημά <με ἂν> τολμῆσαι παραλαβεῖν αὐτό. πλευρίτιδος δ' οὔσης ἐπιεικοῦς