Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.118
Not analysed yet
οὐκ ἀναγκαῖον |ἦν, διόπερ οὐδὲ παρέλαβον αὐτό, καὶ σαφῶς ἐφάνη πλευριτικός τε ὁ ἄνθρωπος ὑπακούσας τε τοῖς ἄλλοις τῆς πλευρίτιδος βοηθήμασιν ἄνευ τῆς φλεβοτομίας. καὶ γὰρ καὶ μετριώταται τυγχάνουσιν, ἐφ' ὧν αἱματῶδες πτύεται. ἔνιοί γε μὴν τῶν ἐξηγητῶν τὸ κώλυσις ἐπὶ τῇ τελευτῇ τῆς προγεγραμμένης ῥήσεως τάξαντες ἀναγινώσκουσι τήνδε τὴν νῦν προκειμένην οὕτως· ἐπὶ τοῖσιν αἱματώδεα πτύουσιν ὥρῃ, πλευρίτιδι, χολῇ, καί φασι τὴν ὥραν εἰρῆσθαι κατὰ τῶν ἐν καιρῷ καὶ προσηκόντως γινομένων· βούλεσθαι γὰρ αὐτὸν δηλοῦν ἐν ταῖς πλευρίτισιν, ὅταν ἐν ἀρχῇ πτύωσιν αἱματώδη (καὶ γὰρ καὶ οὕτω συμβαίνει τοὐπίπαν), ἐν καιρῷ γίνεσθαι μετὰ ταῦτα τὴν εἰς τὸ χολῶδες μεταβολήν. τάξιν γὰρ εἶναι καλῶς προϊούσης τῆς πλευρίτιδος ἐπὶ τὴν κρίσιν ἐφεξῆς τοῖς αἱματώδεσι τὰ χολώδη πτύεσθαι. λέλεκται δὲ καὶ ἄλλα τινὰ τοῖς ἐξηγησαμένοις τὴν λέξιν ταύτην οὐκ ἄξια μνήμης. ἐγὼ δ' ἀεὶ |