Ancient Greek · ~2 min
17b.119 to 17b.120
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.119-120
Not analysed yet
παραινῶ, καθάπερ ἴστε, τὸ μὴ χρονίζειν ἐν ταῖς αἰνιγματώδεσιν, ἔχοντας ἄλλα πολλὰ κατὰ τὴν τέχνην, ἐν οἷς δυνάμεθα χρησίμως γυμνάζεσθαι. |ΓΑΛΗΝΟΥ ΕΙΣ ΤΟ ΕΚΤΟΝ ΒΙΒΛΙΟΝ ΤΩΝ ΕΠΙΔΗΜΙΩΝ ΙΠΠΟΚΡΑΤΟΥΣ ΥΠΟΜΝΗΜΑ ΤΕΤΑΡΤΟΝ Τὰ παρ' οὖς, οἷσιν <ἂν> ἀμφὶ κρίσιν γενόμενα μὴ ἐκπυήσῃ, τούτου λαπασσομένου ὑποστροφὴ γίνεται. κατὰ λόγον τῶν ὑποστροφέων τῆς ὑποστροφῆς γενομένης αὖθις αἴρεται καὶ παραμένει, ὥσπερ αἱ τῶν πυρετῶν ὑποστροφαὶ ἐν ὁμοίᾳ περιόδῳ. ἐπὶ [τούτου] τούτοισιν ἐλπὶς εἰς ἄρθρα ἀφίστασθαι. |