Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.121
Not analysed yet
Τοὺς παρὰ τοῖς ὠσὶν ὄγκους παρὰ φύσιν ἐπὶ τῶν νοσούντων γινομένους εἴωθεν ὀνομάζειν "ἐπάρματα", ἐνίοτε μὲν ὁλοκλήρῳ τῇ λέξει χρώμενος, ἐνίοτε δ' ἐλλιπεῖ, καθάπερ καὶ νῦν. ἦν γὰρ ἂν ὁλόκληρος, εἰ οὕτως εἴρητο· "τὰ παρ' οὖς ἐπάρματα γινόμενα τοῖς νοσοῦσιν·" ὥσπερ ἀμέλει κἀν τῷ πρώτῳ τῶν Ἐπιδημιῶν εὐθέως ἐν ἀρχῇ τῆς πρώτης καταστάσεως ἔγραψεν· "ἐπάρματα δὲ παρὰ τὰ ὦτα πολλοῖσιν ἑτερόρροπα καὶ ἐξ ἀμφοτέρων τοῖς πλείστοισιν ἀπύροισιν ὀρθοστάδην." ἴσμεν δ' ὅτι, καθάπερ "ἐπάρματα" κατὰ τήνδε τὴν λέξιν εἴρηκεν, οὕτως "οἰδήματα" καλεῖ πολλάκις αὐτά. πάντας γὰρ ἐδείξαμεν ὑπ' αὐτοῦ καλουμένους οὕτω τοὺς παρὰ φύσιν ὄγκους, οὐχ ὡς οἱ μετ' αὐτὸν μόνους τοὺς χαύνους τε καὶ ἀνωδύνους, οἷς τοὐπίπαν ὑπάρχει καὶ χωρὶς φλογώσεως συνίστασθαι. μεμνήμεθα δ' ὅτι καὶ τὰς φλογώσεις ἁπάσας ὀνομάζει "φλεγμονάς", κἂν χωρὶς ὄγκου παρὰ φύσιν ὦσιν. οἵ γε μὴν μετ' αὐτὸν καὶ τὸ "τῆς φλεγμονῆς" ὄνομα κατὰ τῶν παρὰ φύσιν ὄγκων ἐπι|