Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.13
Not analysed yet
ἡμᾶς διὰ τό, καθάπερ ἔφην ἤδη πολλάκις, οὐ πρὸς ἔκδοσιν αὐτῷ |γεγράφθαι τὴν βίβλον ταύτην, ἀλλ' εἰς ὑποτύπωσίν τε καὶ παρασκευὴν ἑαυτῷ. πρὸς ἔκδοσιν δὲ γράφων οὕτως εἶπεν ἂν πάντως, ἥντινα λέγει τῆς ἡμέρας ὥραν τὴν αὐτὴν ἐν ᾗ τὸ τῆς καθαιρέσεως σημεῖον ἐπιτηρεῖν χρή. μὴ γράψαντος οὖν αὐτοῦ, τί ἂν ἄλλο τις ἀκούειν ἔχοι πιθανώτερον ἢ ὅτι τὴν αὐτὴν ὥραν τῆς ἡμέρας ἄγοντες ἐπὶ τὰ γυμνάσια τὸν τῆς καθαιρέσεως χρῄζοντα παραφυλάξωμεν, ὡς ἐκέλευε; μή τι γὰρ ἐξαπίνης εἰρύεται, τουτέστι <τὸ> συμπίπτειν μὲν τὸν ὄγκον τοῦ σώματος, καταπίπτειν δὲ καὶ ἀρρωστεῖν τὴν δύναμιν. ἄντικρυς μὲν γὰρ "ἕλκεσθαι" σημαίνει τὸ εἰρύεσθαι. δύναται δ' ἀπ' ἐκείνου κἀπὶ ταῦτα μεταφέρεσθαι διὰ τὴν τῶν πραγμάτων φύσιν, ὑπὲρ ὧν ὁ λόγος ἐστίν, οἷς, ὡς ἔφην πολλάκις, ἐν ταῖς ἀσαφέσιν ἑρμηνείαις, ἃ φθάνομεν αὐτοὶ γινώσκειν, ἐφαρμόττομεν. ἔνιοι δ' ἀντὶ τοῦ εἰρύεται γράφουσιν "ἐρείπεται", σαφεστέραν τὴν δήλωσιν τοῦ πράγματος ἐκ τῆς λέξεως ταύτης ἐλπίσαντες ἔσεσθαι. ἀλλ' ἥ γε παλαιὰ γραφὴ τὴν εἰρύεται φωνὴν ἔχει. |