Ancient Greek · ~4 min
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.122
Not analysed yet
φέρουσιν, ἐπειδὰν μετὰ φλογώσεώς τε καὶ ἀντιτυπίας καὶ σφυγμώδους ὀδύνης συστῶσιν. ὅταν οὖν, φησίν, ἐπὶ νοσήματός τινος ἐν τῷ τῆς κρίσεως χρόνῳ γενόμενα τὰ παρ' οὖς πρὶν ἐκπυήσῃ λαπάσσηται, τουτέστι προσστέλληται καὶ ἀφανίζηται, προσδέχεσθαι χρὴ τοῖς πάσχουσιν οὕτως ὑποστροφὴν ἔσεσθαι. πολλάκις δ' ἤδη μεμαθήκατε τὸ ἔθος αὐτοῦ τὴν κατὰ τὸ λαπάσσεσθαι φωνὴν ἐπὶ πάντα τὰ ὁπωσοῦν προσστελλόμενα φέροντος, ἐπειδὴ κενώτερα γίνεται. συμβαίνειν οὖν φησιν ὑποστροφὴν τοῦ νοσήματος οἷς ἂν αἱ παρωτίδες μὴ ἐκπυήσωσι, καί ποτε καὶ αὐτὰς (οὐ γὰρ δὴ διὰ παντός γε) πάλιν ὑποστρέφειν αὐξάνεσθαί τε καὶ κρίνεσθαι κατὰ λόγον τῶν ὑποστροφῶν, ὅπερ ἐστὶν ὁμοίως αὐταῖς καὶ κατὰ τὰς αὐτὰς περιόδους τῶν ἡμερῶν. ἐλπὶς δὲ αὐτοῖς καὶ εἰς ἄρθρα τινὰς γενήσεσθαι ἀποστάσεις. εἴρηται γὰρ πολλάκις ἐπὶ τῶν χρονιζόντων νοσημάτων τοῦτο συμβαίνειν. ἐξηγήμεθα δὲ τὴν ῥῆσιν τήνδε κἀν τῷ τρίτῳ τῶν εἰς τὸ Περὶ χυμῶν ὑπομνήματι γεγραμμένην ἐπὶ τοῦ τέλους τοῦ βιβλίου. ἐπεὶ δὲ προειπὼν τὰ παρ'