Ancient Greek · ~3 min
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.123
Not analysed yet
οὖς ἐπή|νεγκε τούτου λαπασσομένου, διὰ τοῦθ', <ὡς> δοκεῖ μοι, Διοσκορίδης προσθεὶς τὴν "ἐκ" πρόθεσιν ἔγραψεν "ἐκ τούτου λαπασσομένου", καί φησι χρῆναι προσυπακοῦσαι "τοῦ χρόνου" ἢ ἀντὶ τοῦ "μετὰ ταῦτα" τὸ "ἐκ τούτου" λέλεχθαι. εἰ δ' ὅλως ἕξει τις ὑπαλλάττειν τὰς παλαιὰς γραφάς, ἐνῆν αὐτῷ τὸ τούτου μεταποιήσαντι "ταῦτα" ἀπηλλάχθαι πραγμάτων. ***Οὖρον παχύ, λευκόν, οἷον τὸ τοῦ Ἀντιγένεος, ἐπὶ τοῖσι κοπιώδεσι τεταρταίοις ἔστιν ὅτε ἔρχεται καὶ ῥύεται τῆς ἀποστάσιος. ἢν δὲ πρὸς τούτῳ καὶ αἱμορραγήσῃ ἀπὸ ῥινῶν ἱκανῶς, καὶ πάνυ. Εἰ μὲν τῷ τοῦ Ἀντιγένεος εἴη γεγραμμένον, ὑπακούσομεν ἤτοι οἰκέτῃ ἢ φίλῳ ἢ οἰκείῳ· ἐὰν δὲ "τῇ τοῦ Ἀντιγένεος", ἤτοι δούλῃ ἢ γυναικὶ ἢ καθ' ὅντινα τρόπον οἰκείᾳ. παρῃτησάμην δὲ μεμνῆσθαι τῆς ἐν ταῖς γραφαῖς |