Ancient Greek · ~3 min
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.124
Not analysed yet
διαφωνίας, ὅταν ἡ αὐτὴ φυλάττηται διάνοια, καὶ νῦν αὖθις ἀναμεμνήσθω τοῦτο πρὸς τὰ μέλλοντα καὶ μέντοι καὶ ὅτι κοπιώδεις ὀνομάζει πυρετοὺς οὐ πάντως ἐκείνους ὧν προηγήσατο συχνὴ κίνησις, ἀλλὰ πάντας ὅσοις ἂν ᾖ κοπιώδης αἴσθησις. αὐτὸς γοῦν ἐν Ἀφορισμοῖς ἔγραψε· "κόποι αὐτόματοι φράζουσι νούσους." καὶ νῦν δὲ μᾶλλον ἡγητέον αὐτῷ περὶ τῶν οὕτω κοπιωδῶν εἶναι τὸν λόγον ἐπὶ πλήθει παχέων καὶ φαύλων χυμῶν ὡς τὸ πολὺ γινομένων, διὸ καὶ δι' οὔρων ἐκκενωθέντων αὐτῶν ἡ νόσος παύεται. πιστοτέρα δ' ἡ λύσις γίνεται, τήν γε ἀρχὴν τῆς κενώσεως ἐν ἡμέρᾳ κρισίμῳ λαβούσης. ὅσοι δ' οὔτε δι' οὔρων οὔτε δι' αἱμορραγίας ἐκρίθησαν, εἰς ἀπόσκημμα τούτοις ἡ νόσος εἴωθε τελευτᾶν. Ὧι τὸ ἔντερον ἐπὶ δεξιὰ ἀρθριτικῷ ἐγένετο, ἦν ἡσυχώτερος. ἐπεὶ δὲ τοῦτο ἰητρεύθη, ἐπιπονώτερος. |