Ancient Greek · ~4 min
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.125
Not analysed yet
Διττὴ κἀνταῦθά ἐστιν ἡ γραφὴ τὴν διάνοιαν ὑπαλλάττουσα, παλαιοτέρα μὲν ἡ μετὰ τοῦ νυ κατὰ τὴν πρώτην συλλαβὴν τοῦ ἔντερον ὀνόματος, ὕστερον δὲ προστεθεῖσα ἡ ἄνευ τοῦ νυ βουλομένων τῶν οὕτω γραψάντων ἐπὶ τῶν παρ' οὖς συνισταμένων εἰρῆσθαι τὸ "ἕτερον", ὥσπερ γε πάλιν τῶν τὸ ἔντερον ἤτοι γ' ἐπὶ τῶν ἀλγησάντων τὸ ἔντερον ἢ κἀπὶ τῶν τεινομένων τὸ ἔντερον. ἔντερον δ' εἰρῆσθαι ἑνικῶς ἔνιοι μὲν τὸ κῶλον ἐνόμισαν, ἔνιοι δὲ τὸ τυφλόν, ὃ δὴ καὶ ῥᾷον ὀλισθαίνει <ποτὲ> εἰς τὸν ὄσχεον ὡς ἂν ἀπολελυμένον. ὅτι μὲν οὖν ἀπολέλυται τοῦτο μόνον τὸ ἔντερον, ἁπάντων τῶν ἄλλων ὑπὸ τοῦ μεσεντερίου δεδεμένων τε καὶ συνεχομένων, ἀληθεύουσιν. εἰ δὲ διὰ τοῦτο κατενεχθὲν εἰς τὸν ὄσχεον ὁ ἀρθριτικὸς ἐρρᾳστώνησεν, εἶτ' αὖθις αὐτοῦ θεραπευθέντος ἐν τοῖς αὐτοῖς ἐγένετο, μαντείας δεῖται. πιθανώτερον γοῦν ἐστιν ἐπὶ τοῦ τὸ κῶλον ἀλγήσαντος εἰρῆσθαι τὸν λόγον. εἰκὸς γὰρ ἦν κουφισθῆναι τῶν ἀρθριτικῶν ἀλγημάτων αὐτὸν <διττῶς ἐν τῇ γενέσει τῶν κατὰ τὸ κῶλον ἀλγημάτων>, |