Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.126
Not analysed yet
ἑνὶ μὲν λόγῳ, καθ' ὃν αὐτὸς ἔφη "<δύο> πόνων ἅμα γινομένων μὴ κατὰ τὸν αὐτὸν τόπον ὁ σφοδρότερος ἀμαυροῖ τὸν ἕτερον", ἑτέρῳ δ' ὅτι τῶν εἰς ἄρθρα ῥεόντων χυμῶν ἐπὶ τὸ κῶλον ἐγένετο μετάστασις. ἔνιοι δὲ τῶν ἐξηγητῶν τὸν ἀρθριτικὸν τοῦτον "ἰσχιαδικὸν" εἶναί φασι καὶ διὰ τοῦτο κατελθόντος τοῦ τυφλοῦ ἐντέρου ῥᾳστωνῆσαι, μηκέτι θλιβομένου τε καὶ βαρυνομένου τοῦ ἰσχίου, παρὰ τὸ τῶν Ἑλλήνων ἔθος ὀνομάζειν βουλόμενοι τὸν ἰσχιαδικὸν ἀρθριτικόν. ἄχρι δεῦρο μὲν οὖν αἱ ῥήσεις ἅπασαι κἀν τῷ Περὶ χυμῶν ἐπὶ τῇ τελευτῇ τοῦ βιβλίου γεγραμμέναι εἰσί. μεταβήσομαι δ' ἤδη πρὸς τὰς ἐν μόνῳ τῷ προκειμένῳ συγγράμματι γεγραμμένας. Ἡ Ἀγάσιος, κόρη μὲν ἐοῦσα, πυκνοπνεύματος ἦν. γυνὴ δὲ γενομένη, ἐκ τόκου ἐπίπονος ἐοῦσα [οὐ πάνυ] |