Ancient Greek · ~3 min
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.127
Not analysed yet
ἐπιπολαίως ἦρεν ἄχθος μέγα, αὐτίκα μὲν ἐδόκεε ψοφῆσαί τι κατὰ τὸ στῆθος, τῇ δ' ὑστεραίᾳ ἆσθμά τε εἶχε καὶ ἤλγεεν ἰσχίον τὸ δεξιόν. ὁκότε τοῦτο πονέοι, τότε καὶ τὸ ἆσθμα εἶχε, παυσαμένου δ' ἐπαύσατο· ἔπτυσεν ἀφρώδεα, ἀρχομένη δ' ἀνθηρά, κατασταθὲν δὲ ἐμέσματι χολώδει ἐῴκει λεπτῷ· οἱ πόνοι δὲ μάλιστα, ὁκότε πονοίη τῇ χειρί. Πνεῦμα τὴν ἀναπνοὴν ὀνομάζοντος αὐτοῦ πολλάκις ἠκούσαμεν, ὥστε καὶ τὴν πυκνοπνεύματον ἡγητέον εἰρῆσθαι τὴν πυκνὸν ἀναπνέουσαν. οἷς δ' ἂν ἱκανῶς αὐξηθῇ τὸ τοιοῦτον τῆς δυσπνοίας εἶδος, ἆσθμα καὶ ὀρθόπνοια τὸ πάθος ὀνομάζεται, χωρὶς πυρετοῦ δηλονότι γενόμενον, ἤτοι παχέων καὶ γλίσχρων χυμῶν καταλαμβανόντων τὰς ὁδοὺς τοῦ πνεύματος ἤ τινος ἀπέπτου φύματος ἐν τῷ πνεύμονι συστάντος. οὖσα δὲ καὶ πρόσθεν αὐτὴ δύσπνους, ἐπίπονος ἐγένετο μετὰ τὸν τόκον. εἰ μὲν οὖν μηδὲν εἰρηκὼς |